Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μαστοῖς ὑφεῖτο: ὑπέβαλεν. εὔηθες δὲ, φασὶν, εἰ λελωβημένον ὑπεβάλετο παιδίον ὅπου γε ἐκτίθεμεν καὶ τὰ ἐξ ἡμῶν πεπηρωμένα. καὶ τί θαυμαστὸν ⟨αὐτὴν⟩ ὑποβάλλεσθαι, φοβουμένην μὲν ἐκπεσεῖν διὰ τὴν ἀπαιδίαν, ἀποτρίψεσθαι δὲ ⟨ἐλπίζουσαν⟩ τὴν τῆς ὑποβολῆς ὑποψίαν διὰ τὴν ὑποῦσαν συμφορὰν τῷ βρέφει· καὶ τὸ ἰαθήσεσθαι δὲ διὰ τοῦτο οὐκ ἀπεγνώκει: — MTA1B

καὶ πόσιν πείθει τεκεῖν: πείθει τὸν ἄνδρα αὐτὴν αὐτῷ τεκεῖν.

ἢ ἀναπείθει λέγειν τοῖς ἔξω ⟨ὅτι⟩ αὐτοῦ τέκνον εἴη. πῶς δὲ λελωβημένον αὐτὸν ἡ γυνὴ τοῦ βασιλέως ἐλάμβανεν· ὅτι οὐκ ἤθελε δοῦναι τοῖς ἔξω περὶ ἑαυτῆς ὑπόνοιαν ὡς οὔσης στείρας, ἀλλ’ ἵνα καὶ πίστιν μείζονα ἐνδείξηται ὅτι οὗτος ἐμός ἐστιν ὁ παῖς, ὅτι ἰδοὺ καὶ λελωβημένον αὐτὸν ἔχω· οὐκ ἂν γὰρ ξένον * οὐκ ἀσινῆ ὄντα: — MT