Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μέλλων δὲ πέμπειν μ’: σολοικοφανὲς τοῦτό ἐστιν· ἤτοι μέλλοντος πέμπειν με ἐν τῷδ’ ἐπεστράτευσαν Ἀργεῖοι, ἢ οὕτως· μέλλων δὲ πέμπειν με εἶδεν τοὺς Ἀργείους ἐπιστρατεύσαντας: — MTB

ἀντὶ τοῦ μέλλοντος, εὐθεῖα ἀντὶ γενικῆς: — Mg

ἀντὶ τοῦ Οἰδίποδος· ποιητικὴ δὲ ἡ κλίσις: — Mg