Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὡπλισμένος δὲ χεῖρα: ἀνόητον, φασὶ, τὸ ξίφει πιστεύειν, ταῖς σπονδαῖς δὲ μήπω, εἰ δὴ μόνος ὢν κρατῆσαι ἠδύνατο ἐπιβουλευόντων τοσούτων. ἀγνοοῦσι δὲ ὅτι οἱ μετὰ ἀνάγκης ἐπί τινα κίνδυνον ἐρχόμενοι οὐκ ἐκ τῶν ἐνδεχομένων θηρᾶσθαι τὴν ἀσφάλειαν ἐθέλουσιν, ἀλλ’ οἵαν παρὰ τοῦ καιροῦ λαμβάνουσι, καὶ οἱ ἐπ’ ἐρημίας μετὰ ξιφιδίου πορεύονται ἧττον μὲν ὡπλισμένοι τῶν ὑποπτευομένων θηρῶν ἢ λῃστῶν, ἄμεινον δὲ τῶν ἀνόπλων. τοῦτο καὶ Πολυνείκει συνέβη· ἀναγκασθεὶς γὰρ ἐπὶ διαλλαγαῖς εἰς τὰς Θήβας ἐλθεῖν ἔρχεται μὲν ἵνα μὴ δόξῃ δύσερις εἶναι, δόλον δὲ ὑποπτεύων τὴν ἀσφάλειαν κατὰ τὸ δυνατὸν ἐπορίσατο: — MTAB