Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

διπλοῦν: — MgBg

δικόρυφον σέλας: δικόρυφον αὐτὸν εἶπεν ἐπείπερ ἐν ἀμφοτέραις ταῖς ἄκραις τοῦ Παρνασοῦ εἰσιν ἱερὰ, τὸ μὲν Ἀρτέμιδος καὶ Ἀπόλλωνος, τὸ δὲ Διονύσου. ἐπεὶ τοίνυν ἐν ἑκατέρᾳ πῦρ ἀνάπτεται πρὸς τὰς θυσίας. ἀναγκαίως καὶ τὸ πῦρ δικόρυφον εἶπεν ἅτε δὴ ἐν ἑκατέρᾳ ἄκρᾳ ἀναπτόμενον. οὐκ ἀπὸ τῶν δύο δὲ κορυφῶν ἀναδίδοται αὐτόματον πῦρ, ἀλλ’ ἀπὸ ἑνὸς ἄκρου· δοκεῖ δὲ τοῖς κάτω ἐκ δύο ἀναδίδοσθαι διὰ τὸν ἐπίπροσθεν σκόπελον καὶ ὥσπερ ἐξ αὐτοῦ ἐπιμερίζεσθαι τὸ πῦρ: — TAB

ὑπὲρ ἄκρων βακχειῶν: εἰς τὴν τοῦ Διονύσου κορυφήν φασιν εἶναι ἄμπελον ἥτις καθ’ ἑκάστην ἡμέραν ἑνα βότρυν ἔφερεν, ἐξ οὗ ἡ σπονδὴ τῷ Διονύσῳ ἐγίνετο. οἰνάνθη δὲ λέγεται ἡ πρώτη ἔκφυσις τῶν βοτρύων. οἰνάνθας οὖν βότρυν τὸν ἐξ οἰνάνθης βότρυν προκόπτοντα. οἴνη δὲ καλεῖται αὐτὴ ἡ ἄμπελος. Σοφοκλῆς δὲ ἐν Θυέστῃ [frg. 235] ἱστορεῖ καὶ παρ’ Εὐβοιεῦσιν ὁμοίαν ἄμπελον εἶναι τῆς ἐν Παρνασῷ λέγων οὕτως·

ἔστι γάρ τις ἐναλία Εὐβοιὶς αἶα τῇδε βάκχειος βότρυς ἐπ’ ἧμαρ ἕρπει. πρῶτα μὲν λαμπρᾶς ἕω κεκλημάτωται χλωρὸν οἰνάνθης δέμας·
εἶτ’ ἦμαρ αὔξει μέσσον ὄμφακος τύπον, γλυκαίνεταί τε κἀποπερκοῦται βότρυς· δείλῃ δὲ πᾶσα τέμνεται † βλαστουμένη † ὀπώρα καλῶς κἀνακίρναται ποτόν: — MTAB

τὸ βακχειῶν περισπωμένως, ἵν’ ᾖ· ἐκ τῶν τόπων ἐν οἷς βακχεύει ὁ Διόνυσος: — MiBi