Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ζεφύρου πνοαῖς: ἀπὸ τοῦ οὐρανοῦ σφοδρῶς πνεύσαντος. καλῶς δὲ τὸ ἐξ οὐρανοῦ αὐτὸν λέγει πνεῖν, ἐπεὶ ἐν ὕψει κεῖται ἡ Σικελία: — MiTA

ἄλλως: σφοδρῶς καταπνεύσαντος ἐξ ὕψους τὸ κάλλιστον ἑαυτοῦ πνεῦμα. κάλλιστον δέ φησιν αὐτὸν ἔχειν πνεῦμα, εἰ καὶ ἐναντίος τῷ χορῷ γέγονεν, ὅτι ἡδύς ἐστιν ὁ Ζέφυρος θέρους ὥρᾳ πνέων εἰς εὐρωστίαν· ὡς Ὅμηρος [δ 567]· ἀλλ’ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους. τὸ φύσει οὖν κάλλιστόν φασιν, οὐ τὸ ἑαυταῖς κάλλιστον· ἐναντίον γὰρ ἦν: — MiTAB