Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† Ἰόνιον κατὰ πόντον: Ἰνάχου τοῦ Ἄργου βασιλέως θυγάτηρ Ἰώ. ταύτης Ζεὺς ἠράσθη· Ἥρα δὲ ζηλοτυποῦσα φύλακα αὐτῇ κατέστησεν Ἄργον τὸν πολυόμματον κύνα. τοῦτον Ἑρμῆς κατὰ πρόσταγμα Διὸς ἀνεῖλεν· ὅθεν καὶ Ἀργειφόντης ἐκλήθη. ἡ δὲ Ἥρα μανίαν αὐτῇ ἐμβαλοῦσα διελθεῖν αὐτὴν πέλαγος ἐποίησε· καὶ Ἰόνιον ἀπ’ αὐτῆς ἐκλήθη: — T

Ἰόνιον κατὰ πόντον: διαπορεῖται πῶς λέγουσιν αἱ κατὰ τὸν

χορὸν ἀπὸ Φοινίκης εἰς Δελφοὺς πλεύσασαι κατὰ τὸν Ἰόνιον πόντον καὶ Σικελίαν γεγονέναι καὶ ταῦτα Ζεφύρου πνεύσαντος καὶ ἐναντιουμένου τῷ πλῷ. δεῖ οὖν τὸ ἑξῆς ἀκούειν· Τύριον οἶδμα λιποῦσα ἔβαν ἐλάτᾳ πλεύσασα, διὰ κωπῶν. λοιπὸν τὴν αἰτίαν τοῦ κώπαις αὐτὰς καὶ μὴ οὐρίᾳ πεπλευκέναι ἀποδιδόασι, τὴν τοῦ Ζεφύρου πνοὴν, ὃς ἐκ τῶν δυτικῶν πνέων ἀντιβαίνει τοῖς ἀπὸ τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικὰ ἐρχομένοις, ὅ ἐστιν ἀπὸ Συρίας εἰς Ἑλλάδα. ἐλάτῃ τοίνυν ἔπλευσα τοῦ Ζεφύρου κατὰ τὸν οὐρανὸν πνεύσαντος καλλίστῳ κελαδήματι ὑπεράνω [τῶν Ἰονίων καὶ] τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας, ἅπερ εἰσὶ δυτικά. ἀκάρπιστα δὲ πεδία οἱ μὲν τὰ πολύκαρπα, οἱ δὲ τὰ θαλάσσια πεδία, ὅ ἐστι τὰ ἄκαρπα, ὅπου καὶ ἀτρύγετος λέγεται ἡ θάλασσα. ἔνιοι δὲ Ἰόνιον πόντον ἀκούουσι τὸ κατ’ Εὔβοιαν πέλαγος, τὸ περὶ τὴν Ἰονίαν πόλιν Εὐβοίας ἣν ἔκτισεν Ἴων ὁ Ξούθου βασιλεύσας ἔτη ̄κ ̄ζ, ἵν’ ᾖ· ἐλάτᾳ πλεύσασα Ἰόνιον κατὰ πόντον τοῦ Ζεφύρου πνεύσαντος ὑπεράνω τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας. Σικελίαν δὲ εἶναι μικρὰν νῆσον μεταξὺ Χαλκίδος καὶ Αὐλίδος· ταύτην δὲ ἄκαρπον εἰρῆσθαι παραβαλλομένην τῇ μεγάλῃ νήσῳ καὶ πολυκάρπῳ Σικελίᾳ. οἱ δέ φασιν Αἰσχύλῳ [Prom. 837] αὐτὸν ἕπεσθαι οἰομένῳ πάντα πόντον Ἰόνιον λέγεσθαι ὃν ἀλωμένη ἐπῆλθεν ἡ Ἰώ· ὅθεν καὶ ὡς ἐναντίου ἀνέμου πνέοντος τοῖς ἀπὸ Φοινίκης πλέουσι κώπῃ πεπλευκέναι φησίν [ἢ καὶ πνεύσαντος ἤδη τοῦ Ζεφύρου καὶ πεπαυμένου, ὅτε γαληνὸν τὸ πέλαγος ἦν ἐν ὥρᾳ ἐαρινῇ]. ὁ δὲ Κράτης φησὶν αὐτὰς δηλοῦν τὴν ὥραν καθ’ ἣν ἐκομίσθησαν εἰς τὴν Ἑλλάδα, τὴν μετὰ Ζεφύρου πνοὰς τοῦ φερομένου κατὰ τὸν Ἰόνιον πόντον. σημαίνει οὖν τὸν
ἐαρινὸν καιρόν. οἱ δὲ λέγουσι τοὺς ἀπὸ Συρίας εἰς τὴν Ἑλλάδα εἰσβάλλοντας τὸν Ἰόνιον πόντον περᾶν: — MTAB

τῇ κωπηλασίᾳ: — Mg