Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μὴ σπεῖρε τέκνων ἄλοκα: Ἐμπεδοκλῆς ὁ φυσικὸς ἀλληγορῶν φησι σχιστοὺς λιμένας Ἀφροδίτης [vs. 261] ἐν οἷς ἡ τῶν παίδων

γένεσίς ἐστιν. Εὐριπίδης δὲ ταὐτὸν τούτῳ φάσκων τήν τε ἔννοιαν τὴν αἰσχρὰν ἀπέφυγε καὶ τοῖς ὀνόμασιν οἰκείοις ἐχρήσατο καὶ τεχνικαῖς ταῖς μεταφοραῖς, σπόρον καὶ ἄλοκα λέγων: — MTAB

ἄλοκα: αὔλακα· αὖλαξ δὲ ἡ τομὴ τῆς γῆς ὑπὸ τοῦ ἀρότρου. μεταφορικῶς δὲ λέγει· μὴ συνέρχου τῇ γυναικί: — MTA

ἄλλως: μεταφορικῶς, τὴν αὔλακα μὴ σπεῖρε, ἀπὸ τῆς ἀρουμένης γῆς: — MTAB

μὴ παιδοποίει: — Mg

παρὰ γνώμην θεοῦ: — Mg