Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σφάγια δ’ ἅμ’ αὐτῷ: σφάγια μὲν τὰ ἱερεῖα, ῥοαί δὲ αἱ σπονδαί. ἢ οὕτως· ὧν τὸ αἷμα συμβαίνει παρὰ τὴν γῆν ἐκχεῖσθαι. τὸ γὰρ φιλεῖν καὶ ἐπὶ τοῦ συμβαίνειν τάττεται: — MTAB

ἄλλως: τὸ ἐπίθετον τῆς γῆς ἐπὶ τὰ σφάγια μετήγαγεν. οἱ δὲ γράφουσι γῆς φιλαιμάτου, οἱ δὲ τὸ τέλειον φιλαιμάτοιο λέγουσιν: — MTAB

ὁ νοῦς· ἅτινα σφάγια ῥοαὶ φιλαίματοί εἰσι τῆς γῆς ἡδομένης ἐπὶ τῶν σφαγίων. ἢ αἱ εἰωθυῖαι δι’ αἱμάτων γίνεσθαι: — MTA ἄλλως: τὰ σφάγια τῶν ἱερείων αὐτῷ, τῷ Ἀμφιαράῳ, ἢ διὰ τὸ εἶναι αὐτὸν μάντιν ἢ πολεμικὸν, φίλα. καὶ αἱ ῥύσεις τῶν αἱμάτων προσφιλεῖς εἰσιν αὐτῷ ἐπὶ τῆς γῆς: — MTA