Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ οὔ πρὸς τὸ αἰσχρά συναπτέον, τουτέστιν· οὐκ αἰσχρά: — MB

† οὔ σωφρονούσῃ γ’: τὸ οὔ πρὸς τὸ αἰσχρά· οὐκ αἰσχρὰ σωφρονούσῃ, ἀλλὰ γενναία ἡ τοιαύτη φυγὴ, τουτέστι· πρὸς γεννικῆς καὶ κοσμίας τὸ παρεῖναι καὶ θεραπεύειν τυφλὸν πατέρα: — A

† ἄλλως: κατ’ ὀρθὴν πτῶσιν γραπτέον καὶ οὕτω τὸν λόγον ἀποδοτέον· αἰσχρά γε ἡ φυγὴ οὐ σωφρονούσῃ θυγατρί, ἀλλ’ ἐγὼ γενναία καὶ σώφρων. ζηλωτέον δὲ ἑκατέρου τὸ ἦθος· ἡ μὲν γὰρ καὶ συμφεύγειν καὶ συναποθνῄσκειν ἤθελε τῷ πατρὶ καὶ γάμον παρορῶσα καὶ τυραννίδα, ὁ δὲ τυφλὸς ὢν καὶ γηροκόμου δεόμενος τῇ θυγατρὶ παραινεῖ μένειν καὶ ἀπολαύειν γάμου καὶ τυραννίδος: — A

† οὐ τηρεῖ τὸ σύμφωνον, ἀλλὰ κατὰ τὸ δρᾶμα ὑποτίθεται. πῶς γὰρ θάψει Πολυνείκην Ἀντιγόνη συμφεύγουσα τῷ πατρί· πλεονάζει δὲ τῷ τοιούτῳ εἴδει ὁ Εὐριπίδης: — Bi