Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐκεῖνος ἑπτὰ παρθένων: καὶ Σοφοκλῆς ἐν Νιόβῃ [FTG p. 181] ἑπτά φησιν αὐτὰς εἶναι καὶ ⟨ἑπτὰ⟩ τοὺς ἄρρενας: — MTAgBi

ἄλλως: ὁ Ἀριστόδημος [frg. 3] οὐδαμοῦ φησιν ἐν ταῖς Θήβαις τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές, ὡς αὐτοσχεδιάζειν νῦν ἔοικεν ὁ Εὐριπίδης. περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτός φησιν ὁ Εὐριπίδης ἐν Κρεσφόντῃ [frg. 453]· καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν. ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ [FTG p. 38] καὶ Ἀριστοφάνης [frg. 284] ἐν Δράμασιν ἢ Νιόβῳ [ὁμοίως ἑπτά φησιν αὐτὰς εἶναι καὶ ἑπτὰ τοὺς ἄρρενας]. Τιμαγόρας δὲ ἐν τοῖς Θηβαϊκοῖς [frg. 3] φησιν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ Σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες ἀπιόντας εἰς Ἑλευθερὰς ἐπὶ πάτριον θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα. Φερεκύδης [frg. 102b] δέ φησιν ἔχειν αὐτὴν παῖδας ἓξ, Ἀλαλκομενέα Φηρέα Εὔδωρον Λύσιππον Ξάνθον Ἀργεῖον, θυγατέρας δὲ ἓξ, Χιόνην Κλυτίαν Μελίαν Νέαιραν Δαμασίππην Πελοπίαν. Ἑλλάνικος δὲ ἐν τῇ ἐπιγραφομένῃ Ἀτλαντίδι [frg. 54] ἄρσενας τεσσαράς φησιν, Ἀρχήνορα Μενέστρατον

Ἀρχαγόραν *, θυγατέρας δὲ τρεῖς, Πελοπίαν Ὠγυγίαν Ἀστυκράτειαν. Ξάνθος δὲ ὁ Λυδὸς [frg. 13] δέκα καὶ δέκα ἐκ Φιλόττου τοῦ Ἀσσυρίου, ὃς ᾤκει ἐν Σιπύλῳ, ὃς ἀνῃρέθη ἐν κυνηγεσίῳ ὑπὸ ἄρκτου: — MTA1B