Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πολιόν: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· τί με τὸν πολιὸν, ἀντὶ τοῦ τὸν πεπολιωμένον, ἐξήγαγες, ὦ παρθένε, σκοτίων ἐκ θαλάμων εἰς φῶς ἀέρος ὄντα με ἀφανὲς εἴδωλον, ὅ ἐστι τυφλὴν σκιάν: — MAB

ἄλλως: τὸ αἰθέρος ἀφανὲς εἴδωλον κατ’ ἰδίαν προενεκτέον· τί με, φησὶν, ἐξήγαγες ὥσπερ εἴδωλον ὄντα αἰθέρος, τουτέστι τοῦ ἀέρος· καὶ γὰρ τὸν ἀέρα περιίπτανται τὰ εἴδωλα καὶ αἱ ψυχαί. ἢ καὶ ὡς νεκρόν με ὑπάρχοντα. ἢ ὡς σκιᾶς ὄνειρον: — MAB