Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Παρθενοπαῖος: ὡς μὲν Ἀντίμαχος [frg. 29], Ταλαοῦ τοῦ

Βίαντος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Λυσιμάχης τῆς Κερκυόνος τοῦ Ποσειδῶνος· ὡς δὲ Ἑλλάνικος, Μελανίωνος τοῦ Ἀμφιδάμαντος τοῦ Ἐπόχου τοῦ † ἀργήπου τοῦ Κηφέως τοῦ Ποσειδῶνος, μητρὸς δὲ Ἀταλάντης τῆς Ἰάσου: — MTA

Ἀταλάντης γόνος: ταύτην Μειλανίων ἔγημε τῇ τέχνῃ τῶν μήλων: — MiTA

ἄλλως: αὕτη Ἰάσου μὲν θυγάτηρ, Μειλανίωνος δὲ γυνὴ, Ἀρκὰς τῷ γένει. ἔστι δὲ καὶ ἄλλη Σχοινέως θυγάτηρ, Ἱππομένους γυνὴ, Βοιωτιακή: — MiTABi