Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐ προκαλυπτομένα: Ἀντιγόνη τραγῳδεῖ. νῦν, φησὶν, οὐ προκαλυπτομένη τὰς παρειὰς, οὐδὲ γὰρ τὴν πρέπουσαν παρθένοις αἰδῶ ἀναλαβοῦσα, ἐξορμῶ καὶ ἐκβακχεύω καθάπερ βάκχη τις ἐπὶ τοὺς νεκροὺς ἀπορρίψασα τό τε κρήδεμνον καὶ τὴν στολὴν μεθεῖσα τῆς ἐμῆς τρυφῆς, τουτέστιν· ἣν ὅτε ἐτρύφων καὶ εὐδαιμόνουν, περιεβαλλόμην, ἀπαρχομένη θρήνων τοῖς νεκροῖς. οὐ γὰρ τοῦ τρυφᾶν ὁ καιρός: — MAB

ἄλλως: οὐ προκαλυπτομένα: ἀπρεπῶς εἰσβέβηκε καὶ οὐ παρθενικῶς. τίνι γὰρ ἀπολογίζεται, εἰ μὴ τῷ θεάτρῳ: — MAB

ἄλλως: οὐ περικαλυπτομένη τὰ φαιδρὰ τῆς βοστρυχώδους παρειᾶς. βοστρυχώδη εἶπεν, ἐπεὶ μέχρι τῶν παρειῶν εἶχε τὰ οὖλα τῶν τριχῶν: — MAB

† ἄλλως: οὐκέτι, φησὶν, ὡς τὸ πρὶν περικαλυπτομένη τὰ ἀνθηρὰ τῆς παρηίδος τῆς βοστρυχώδους διὰ τὸ διὰ ταύτης καθίεσθαι τοὺς πλοκάμους. λέγει δὲ τὸ πρόσωπον ἀπὸ μέρους δηλοῦσα· μὴ οὖν τὸ πρόσωπον ὡς τὸ πρὶν καλυπτομένη μηδὲ ὡς παρθένος αἰδομένη τὸν ἐν προσώποις φοίνικα, ταὐτὸν εἰπεῖν τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὴν δι’ αἰδῶ γινομένην ἐρυθρότητα τῷ προσώπῳ μηκέτι φέρουσα ὡς παρθένος, προηγοῦμαι ὡς βάκχη τῶν νεκρῶν, οὐ Διονύσου βακχείαν ποιουμένη ἀλλὰ νεκρῶν καὶ Ἅιδου, λέγω δὴ ἡγεμόνευμα νεκροῖσι πολύστονον, τὰ κεφαλοδέσμια ῥίψασα ἀπὸ τῆς ἐμῆς κεφαλῆς, τὴν στολίδα κροκόεσσαν, ἀντὶ τοῦ τὴν ἐστολισμένην κρόκῳ ὑπὸ τῆς τρυφῆς, ἤτοι τὸ λαμπρὸν περιβόλαιον ῥίψασα καὶ πενθήρη περιβαλομένη χιτῶνα: — A

οὐ περικαλυπτομένη ⟨ὡς⟩ πρόσθεν: — Mg