Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πόλει δ’ ἀγῶνες: ὁ πόλεμος, φησὶν, ὁ κατὰ τὴν πόλιν πῆ μὲν εἰς καλὸν ἐκβέβηκεν αὐτῇ· ἐσώθη γὰρ καὶ οὐκ ἀνηρπάσθη ὑπὸ τῶν πολεμίων· πῆ δὲ εἰς τοὐναντίον διὰ τοὺς τεθνηκότας: — MA

εὐτυχεῖς ἐπεὶ ἐνίκησαν, δυστυχεῖς δὲ ἐπεὶ ἐσφάγησαν οἱ βασιλεῖς: — MiAgB