Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ· δορατίου σπανίσας: — Mi

ἐπὶ σκέλος πάλιν χωρεῖ: τουτέστιν· εἰς τοὐπίσω πάλιν τὸ σκέλος ἀνῆκε καὶ ὑπανεχώρει. τὸ δὲ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω: — MABi

χωρεῖν ἐπὶ σκέλος λέγει τὸ ὀπίσω ἀναχωρεῖν μὴ δόντα τοῖς πολεμίοις τὰ νῶτα· ὅμοιον τῷ [Λ 547] ὀλίγον γόνυ γουνὸς ἀμείβων. τοῦτο δ’ ἐν ταῖς ναυμαχίαις πρύμναν κρούεσθαί φασιν οἱ συγγραφεῖς: — MA