Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σακεσφόροι: ἴσως ὅτι ἐξηλλαγμένοι οἱ Αἰτωλοὶ περὶ τὰς ὁπλίσεις καταστίκτους αὐτὰς ἔχοντες καθάπερ καὶ τὴν ὑπόδεσιν ὥστε τὸν δεξιὸν μὲν ὑποδεδέσθαι πόδα, γυμνὸν δὲ ἔχειν τὸν ἀριστερόν: — MTAB

ἄλλως: καλῶς εἶπεν αὐτὸν μιξοβάρβαρον· οἱ γὰρ Αἰτωλοὶ πάντες ** καὶ ὅπλοις ὁπλίζουσιν ὡς Ἕλληνες, ἀκοντίζουσι δὲ ὡς βάρβαροι. ἴσως γὰρ τότε ἐν τοῖς Θηβαϊκοῖς χρόνοις οἱ μὲν Ἕλληνες ὅπλοις ἐκέχρηντο, οἱ δὲ βάρβαροι ἀκοντίζειν ἠπίσταντο· ὕστερον δὲ καὶ τὸ ἀκοντίζειν μεμαθήκασιν Ἕλληνες: — MTAB