Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἶσθ’· οὐ μακρὰν γὰρ τειχέων· τινὲς εἰς τὸ οὐ στίζουσιν· οὐκ οἶσθα, φησὶ, τὰ πρὸ τῶν πύργων εὐτυχήματα· μακρὰν γάρ εἰσιν: — MAB

ἄλλως: καλῶς οὖν καὶ διὰ πιθανῆς ἀφορμῆς τὰ προειρημένα ὑπὸ τοῦ πρώτου ἀγγέλου ἐσιώπησεν. ἡ δὲ διάνοια· τὰ μὲν πρὸ τῶν τειχῶν εὐτυχήματα τῆς πόλεως καθὸ ἐνικήσαμεν κοινῇ τοὺς Ἀργείους, οἶδας δηλαδή· πόθεν δὲ οἶμαι εἰδέναι σε· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ἡ δὲ περίφρασις ἐκ τοῦ περιφράσσειν καὶ οἷον περιπτύσσεσθαι καὶ περικυκλοῦν τὴν πόλιν. περιλαμβάνονται γὰρ αἱ πόλεις τοῖς τείχεσιν: — MAB

τειχέων περιπτυχαί: περιφραστικῶς τὰ τείχη. οὐ μακράν εἰσιν ὥστε μὴ οὐχὶ πάντα εἰδέναι τὰ δρώμενα: — MABi