Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς: Οἰνέως τοῦ Πορθάονος τοῦ Ἀγήνορος τοῦ Ἄρεως καὶ Εὐρυμεδούσης τῆς Αἰτωλοῦ· οἱ δὲ τὸν Ἀγήνορα Πλευρῶνος ⟨τοῦ Αἰτωλοῦ⟩ τοῦ Ἑνδυμίωνος τοῦ Ἀεθλίου τοῦ Διὸς καὶ Πρωτογενείας τῆς Δευκαλίωνος· μητρὸς δὲ Περιβοίας τῆς Ἱππονόου τοῦ Οἰκλέους τοῦ Ἀστακοῦ τοῦ Ἑρμοῦ καὶ † ἀστάβης τῆς Πηνειοῦ: — MTA

ὡς ἔχοντος αὐτοῦ ἐπὶ τῆς ἀσπίδος τὸν περὶ τοῦ συὸς πόλεμον. Καλλίμαχος [frg. 226]· εἶμι τέρας Καλυδῶνος, ἄγω δ’ Αἰτωλὸν Ἄρηα. τινὲς δὲ Ἄρην τὴν τῶν ὅπλων σκευήν. θέλει δὲ εἰπεῖν ὅτι ἐγχωρίως καθώπλισται ὡς οἱ Αἰτωλοί, τὸ δὲ στέρνον ἀντὶ τοῦ ὅλου σώματος εἶπεν. οἱ δὲ τὴν τῶν πολέμων ἐπιθυμίαν καὶ ἐπιστήμην ὡς τῶν Αἰτωλῶν ἄριστα πολεμούντων: — MTAB

τὰ δὲ ὅπλα Αἰτωλὰ ἐπὶ τῆς ἀσπίδος ἔχει: — MiAg