Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πῶς φής· νέκυν τοι παιδός: ἀντὶ τοῦ· τὸ νεκρὸν σῶμα τοὺ ἐμοῦ παιδὸς ἐπιμελείας ἀξιῶν: — MAB ἄλλως: τί φής· ἀπῆλθεν Ἰοκάστη πρὸς τοὺς παῖδας καταλλάξουσα τούτους, ἐγὼ δὲ τὸ σῶμα τοῦ παιδός μου Μενοικέως περιστέλλων καὶ κοσμῶν καὶ ἐπιμελείας ἀξιῶν καὶ δι’ ἀγάπην ἐκείνῳ προσκαθήμενος οὐκ ἔφθασα εἰς τὸ καὶ ταῦτα μαθεῖν, ὅ ἐστιν· ἀσχολούμενος περὶ τὸν υἱὸν οὐκ ἦλθον εἰς εἴδησιν τούτων: — A

ἄλλως: ἐγὼ προσκαθήμενος, φησὶ, τῷ νεκρῷ τοῦ παιδός μου σώματι καὶ περὶ ἐκεῖνο ἀσχολούμενος οὐκ ἔφθασα τούτων τι μαθεῖν: — A περιστέλλων θρηνῶν: — Mg