Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἴμοι τί δράσω: ἵνα δόξῃ φιλόπολις ὁ Κρέων καὶ μὴ μόνον τοῦ παιδὸς λόγον ποιεῖσθαι, φησί· τίνος ἄρξομαι θρῆνον ποιούμενος, τοῦ παιδὸς ἢ τῆς πόλεως, καίτοι εἰδὼς ὅτι διὰ τὸν θάνατον τοῦ παιδὸς εὐτυχεῖ τὰ τῆς πόλεως. μικρὸν γὰρ ὕστερον εἰπὼν ἐμός τε γὰρ παῖς ὄλωλεν ἐπελάθετο εἰπεῖν· πόλις τε, εἰς τὸ λυποῦν μὲν πένθος ἐμμείνας, τῆς δὲ κολακείας ἀτέλεστον ἐάσας τὴν μνήμην: — MAB