Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

βοᾷ βαρβάρῳ: τῇ ἐμαυτῆς φωνῇ τῇ βαρβάρῳ τὴν ἐπιστένακτον βοὴν τῶν νεκρῶν, οἷον τὴν ἐπὶ τοῖς νεκροῖς σὺν στεναγμῷ προφερομένην βοὴν, μέλουσα τοῖς δάκρυσι θρηνήσω, τουτέστιν ἐπιμελῶς δακρύσασα θρηνήσω: — MAB

ἀντὶ τοῦ μέλουσαν. ἢ ἐπιμελουμένην τῶν νεκρῶν καὶ θεραπεύουσαν τὰς ψυχὰς τούτων: — MAB

τὸ σχεδὸν καὶ τὸ πέλας ἐκ παραλλήλου τὸ αὐτό· ἡ κατ’ αὐτοὺς τύχη τοῦ φόνου πλησίον ἐστὶ, τουτέστιν· ὅσον οὔπω γνωσόμεθα πῶς ἐκβήσεται αὐτοῖς τὸ μονομαχεῖον: — MAB

τὸ σήμερον δηλονότι: — MgAgBg