Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

φεῦ δᾶ φεῦ δᾶ: οἱ μὲν ὡς ἓν μέρος λόγου ἀνέγνωσαν τὸ φεῦδα ὡς ἐν παρολκῇ τοῦ ̄δ̄α· ἔνιοι δὲ ἀντὶ τοῦ φεῦ δή· τινὲς δὲ ἀντὶ τοῦ φεῦ γῆ, κατὰ πάθος μεταβληθέντος τοῦ ̄γ εἰς ̄δ, ὡς ἐν τῷ Δημήτηρ, πηγή πηδή, παρὰ τὸ τὸ ὕδωρ πηδᾶν ἄνω: — MAB

ἄλλως: ἀντὶ τοῦ φεῦ φεῦ. ἡ ̄δ̄α συλλαβὴ Ἀττικῶς πλεονάζει ὡς ἐπὶ τοῦ ἦσθα καὶ φῆσθα: — MABi