Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄκραν τε λαμπάδα: τουτέστι τὸ ἄκρον τοῦ πυρὸς ἐσκόπουν, ὃ καλεῖται κέρκος. οἱ δὲ τὴν καρδίαν διὰ τὸ εἶναι πυρώδη τε καὶ θερμήν: — MAB

ἄλλως: τὴν οὐρὰν τοῦ ἱερείου. ἦν γὰρ καὶ δι’ αὐτῆς μαντεία. καμπτομένη γὰρ ὑπὸ τοῦ πυρὸς δυσχέρειαν ἐδήλου τοῦ πολέμου, ἁπλουμένη δὲ καὶ κάτω νεύουσα, ἧτταν· ἀνατεινομένη δὲ εἰς ὕψος, νίκην. οἱ δὲ ἄκραν λαμπάδα τὴν χολὴν λέγουσι τὴν ἐν τῷ ἥπατι. σημεῖον γάρ ἐστι μαντικὸν καὶ ἥττης καὶ νίκης: — MAB