Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπὶ τοῖσδε δ’ ἐσπείσαντο: ἐπὶ τοῖς ὡμολογημένοις συνθήκας ἐποιήσαντο: — MAgBi εἰς φιλίαν συνῆλθον: — M κἀν μεταιχμίοις: καὶ ἐν τῷ μέσῳ μέρει τῶν στρατευμάτων: — MAg

μεταίχμιον λέγεται ὁ τόπος ὁ μεταξὺ τῶν δύο στρατευμάτων. ἐπὶ τούτοις τοῖς ὁμιλήμασιν ἐν τοῖς μεταιχμίοις συνελθόντες ἐπεσπείσαντο ἐμμενεῖν αὐτοῖς οἱ στρατηγοί. ἔνιοι δὲ γράφουσι στρατηλάταις μετὰ τοῦ ῑ, ἵνα τοὺς ἄλλους βασιλεῖς καὶ τὰ στρατεύματα ἀκούσωσιν ἐμμένειν τοῖς ῥηθεῖσιν ὑπ’ ἀμφοτέρων: — MAB