Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
τοῦτο τὸ μέρος δυστυχοῦν καὶ κακῶς ἔχον καταπαύσαντες περιήλθομεν εἰς τὰς ἄλλας πύλας: — MgBi
μακραύχενος γὰρ κλίμακος: ὁ Καπανεὺς θέλων μιμήσασθαι τὸν Δία ἀνῆλθεν εἰς κλίμακα ἔχων δύο λαμπάδας· τὴν μίαν κεραυνὸν ἔλεγεν εἶναι καὶ τὴν μίαν ἀστραπήν. ἐπὶ τούτοις ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν: — MA
τῆς ὑψηλῆς κλίμακος πρὸς τὰς ἀναβάσεις: — MgB
τοσοῦτον ἐκαυχήσατο: — MgAgBi