Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τυφὼς πύλαισι: τύφεσθαί ἐστι τὸ τοὺς ὀφθαλμοὺς συγκεχύσθαι. Μένανδρος ἐν Φιλαδέλφοις [frg. 4]· νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι. καὶ ἐν Ἐπιτρέπουσιν [frg. 10]· ἐξετύφην μὲν οὖν κλαί

ουσα. τυφὼς οὖν ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα· βούλεται δὲ ἀπὸ μέρους τὸ πῦρ δηλῶσαι· ἐμπεσὼν, φησὶ, ταῖς πύλαις ὡς πῦρ ἀνεβόησε μεγάλῃ φωνῇ, πῦρ καὶ δικέλλας αἰτῶν. τινὲς ἐκ τοῦ Τυφῶνος ἐξεδέξαντο ἑνὸς τῶν γιγάντων: — MTAB

τυφών: τεράστιος δαίμων. λέγεται δὲ καὶ τὸ σφοδρὸν τοῦ ἀνέμου πνεῦμα: — MiBi