Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† λαϊνέοις Ἀμφίονος: Κάδμος ἔκτισε τὰς Θήβας, Ἀμφίων δὲ καὶ Ζῆθος ἐτείχισαν: — ABi

† ἆρα αἱ πύλαι καλῶς συνηρμοσμέναι τοῖς κλείθροις· χρὴ ⟨δὲ νο⟩ῆσαι καὶ ὑπακοῦσαι τοῦτο ἔξωθεν. ἢ καὶ αὐτὸς παρὰ τὸ οὐδέτερον ὃ προσεχέστερον ἦν ἐπήνεγκε τὸ ἥρμοσται ἑνικόν· καὶ τὰ χαλκόδετα ἔμβολα. ἤτοι οἱ στρόφιγγες, ἡρμόσθησαν καὶ τᾶυτα τοῖς λιθίνοις ὀργάνοις τοῦ τείχους τοῦ Ἀμφίονος· λέγει δὲ ὄργανα λίθινα τὰ κοιλώματα, εἰς ἃ οἱ στρόφιγγες ἐναρμόζονται. ταῦτα γὰρ ὡς ἀληθῶς ὄργανα τοῦ στρόφιγγος· εἰ γὰρ μὴ ταῦτα εἶεν, οὐκ ἄν ποτε ἑλιχθῶσιν ἐκεῖνοι. τινὲς δὲ τὸ ὀργάνοις ἀντὶ τοῦ ἔργοις· ὡς καὶ Σοφοκλῆς ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον’, ἤτοι ἔργον: — A