Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κρᾶτας αἱματούμενοι: ἀμφίβολον πότερον τὰς κρᾶτας εἶπεν ἢ τοὺς κρᾶτας· ἐπεὶ καὶ ἐν Ἀρχελάῳ [frg. 243]· ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω. καὶ Ὅμηρος ἀμφιβόλως εἴρηκεν [χ 309]· κράτων τυπτομένων. καὶ Ἴων [frg. 61]· τύπτου τὸν αὑτοῦ κρᾶτα: — TAB

κεφαλάς: — Mg