Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἆρα πύλαι κλῄθροις: ὁ νοῦς· ἆρα, φησὶν, αἱ πύλαι κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ τὰ χαλκόδετα ἔμβολα ἥρμοσται τοῖς λαϊνέοις Ἀμφίονος ὀργάνοις, ὅ ἐστι τῷ λαϊνέῳ τείχει. ὀργάνοις δὲ τοῖς ἔργοις, ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. καὶ Σοφοκλῆς [frg. 365]· ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον, ἀντὶ τοῦ ἔργον. μὲν τοὺς καθέτας, οἱ δὲ τοὺς στροφεῖς: — MTAB καὶ ἔμβολα οἱ

χαλκόδετά τ’ ἔμβολα: τοὺς μοχλοὺς τοὺς χαλκῷ δεδεμένους. τὸ αὐτὸ δὲ καὶ κλῇθρα: — MTA

ἄλλως: ἔμβολά τινες τοὺς στροφεῖς, παρὰ τὸ ἐμβάλλεσθαι τῇ ὀπῇ τοῦ οὐδοῦ. χαλκόδετα δὲ ἐπεὶ χαλκῷ περισφηκοῦνται οἱ στροφεῖς διὰ τὸ μὴ προστριβόμενον ἐξασθενεῖν τὸ ξύλον. ἆρα οὖν, φησὶν, αἱ πύλαι καλῶς τοῖς κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ οἱ στροφεῖς καλῶς ἐνηρμόσθησαν πρὸς τὸ λαΐνεον τεῖχος κατὰ τὰς ὀπὰς, ὅ ἐστι τὸ ἔργον τοῦ Ἀμφίονος. οὐ θαρσήσασα δὲ τοῖς κλῄθροις καὶ περὶ τῶν στροφέων φησὶ μήποτε καὶ τοὺς στροφεῖς τῶν θυρῶν ἀναβαλεῖν δυνήσονται οἱ Ἀργεῖοι μὴ ἐν βάθει ἡρμοσμένους. ἄλλοι δὲ ἔμβολά φασι τοὺς καθέτας.

τὰ νῦν καλούμενα πτερὰ. ἅπερ ἐστὶ τῇ κατασκευῄ τοιάδε. θύραν κατασκευάσαντες ἴσην κατά τε μῆκος καὶ πλάτος τῇ πύλῃ τοῦ τείχους ἔξωθεν αὐτῆς χαλκᾶ πέταλα καθηλοῦσιν ὡς ὁλόχαλκον τὴν θύραν νομίζεσθαι. ταύτην ἐπάνω τῆς πύλης ἵστασαν οὐχ ἑδραίαν ἀλλ’ ὥσπερ κρεμαμένην. τῶν δὲ πυλῶν κλειομένων καθίεσαν ἄνωθεν τὴν κεχαλκωμένην θύραν. ἥτις μέχρι τοῦ ἐδάφους φθάνουσα ἐκάλυπτε τὰς πύλας ὡς ἂν μηδεμίαν ἐπιβουλὴν γίνεσθαι ἔσθ’ ὅτε καὶ πυρὸς προσφερομένου ταῖς πύλαις ξυλίναις οὔσαις. καὶ πολεμίων μὲν πολιορκούντων τάς τε πύλας ἔκλειον καὶ τὰ ἔμβολα καθίεσαν· εἰρήνης δὲ οὔσης διὰ τὸ τὰς πύλας οὔσας μεγάλας δυσχέρειαν παρέχειν ἔν τε τῷ κλείεσθαι καὶ ἀνοίγεσθαι, ταύτας μὲν εἴων ἀνεῳγμένας διὰ παντὸς, ἑσπέρας δ’ ἠρκοῦντο τῷ ἐμβόλῳ διά τινος μηχανήματος αὐτὸ καθιέντες καὶ ἀνέλκοντες. ἔμβολον δὲ καλεῖ ἐκ τοῦ ἄνωθεν ἀπὸ τοῦ τείχους ἐμβάλλεσθαι ἔξωθεν τῶν πυλῶν, χαλκόδετον δὲ διὰ τὸ δεδέσθαι καὶ ἠσφαλίσθαι χαλκῷ: — MTAB