Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν: ἀντὶ τοῦ· πλήρη τὴν ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν ἑκατὸν ἐχίδναις ὕδρας: — MTA

ἄλλως: τῷ ἑκατόν ἐχρήσατο ἀορίστως: — MTA

ἡ δὲ σύνταξις· πολλαῖς ἐχίδναις, τουτέστι κεφαλαῖς ὕδρας, ἐκπλη

ρῶν τὴν ἀσπίδα καὶ ἔχων αὐτὴν ἐν τοῖς λαιοῖς βραχίοσιν. ἐκπληρῶν δὲ ἀντὶ τοῦ ⟨ἐκ⟩πληρώσας. τὸ ἑξῆς· ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν, ἑκατὸν ἐχίδναις ὕδρας ἐκπληρῶν τῇ γραφῇ. ἀντὶ τοῦ ἑκατὸν κεφαλαῖς. λέγει δὲ τὴν ὕδραν· ἐχιδνώδεις γὰρ ἦσαν αἱ ταύτης κεφαλαί: — MTAB

† ἐν ζῳγραφίᾳ πολλῶν ἐχιδνωδῶν ὑδρῶν ἐκπληρῶν τὴν ἀσπίδα: — A

τὴν πολυκέφαλον ὕδραν ἐκπληρῶν τῇ γραφῇ: — Mi

ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῇ: πληρῶν τὴν ἀσπίδα ἑκατὸν ἐχίδναις· ἐχιδνοκέφαλος γὰρ ἡ ὕδρα: — B