Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σιδηρονώτοις δ’ ἀσπίδος τύποις ἐπῆν: πῶς οὖν ἀνωτέρω [1099] εἶπε λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν· ἐν δὲ τῇ Ἀντιγόνῃ λέγει [frg. 159]· χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως. λεύκασπιν μὲν οὖν ἀπὸ τοῦ πλεονάζοντός φησι, χρυσόνωτον δὲ τὴν πολυτελῆ, σιδηρόνωτον δὲ τὴν ἰσχυρὰν ἀσπίδα: — MTAB

χαλκενδύτοις: — MgAgBi

ὑπῆρχεν ἐπέκειτο. ἐζῳγράφητο ἐπὶ τῆς ἀσπίδος γίγας φερων πᾶσαν τὴν πόλιν: — MiB