Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μηχαναῖς περιστρεφομέναις: — MgAg

περικυκλούμεναι: — Mg

ἔνδοθεν κυκλούμεναι: ἔνδοθεν τῆς ἄντυγος δηλονότι, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. στρόφιγξι δὲ ταῖς περιστροφαῖς τοῦ δρόμου: — TAB

† ἐν τῇ γραφῇ κεκαμμένων αὐτῶν τῶν τραχήλων πάνυ ταῖς ἡνίαις, ὡς δοκεῖν ἀληθῶς τῷ ὄπισθεν τοῦ ὅπλου αὐτὰς κατέχεσθαι· ὡς νομίζεσθαι τὸν βαστάζοντα τὸ ὅπλον καὶ τὰς ἡνίας αὐτῶν ὑπὸ τὸν πόρπακα κατέχειν διὰ τὸ μὴ ἐγγεγράφθαι τὸν ἡνίοχον μήτε τὸ ὄχημα μόνην τε τὴν ζεῦξιν τῶν πώλων, ὡς ἐν ἅρματι, ἐγγίζουσαν τοῦ ὅπλου καὶ ἔσωθεν ἡνιοχουμένην. στρόφιγξι δὲ ταῖς ἡνίαις καθὰ δι’ αὐτῶν στρέφεται τὸ ἅρμα. πόρπαξ δὲ καλεῖται τὸ κατὰ μέσον τοῦ ὅπλου ὑπὸ τὸν ὀμφαλὸν κοίλωμα δι’ οὗ βαστάζεται τὸ ὅπλον. καλῶς πως ὑπὸ τὸν πόρπακα κατεχόμεναι σκιρτηματικῶς ὡς δοκεῖν μαίνεσθαι αὐτάς. εἴη δ’ ἂν αὐτῷ τῆς τύχης οἰκεῖον καὶ τῆς φυγῆς τὸ σημεῖον. ἔνδοθεν δηλονότι τῆς ἄντυγος ἔσωθεν, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. πόρπακα δὲ τὸν ὀμφαλὸν τῆς ἀσπίδος. ἐν δὲ τῇ ἀσπίδι, φησὶ, τούτου ἐνετετύπωντο αἱ Ποτνιάδες ἵπποι οὕτως ἀκριβῶς ὡς δοκεῖν τῇ ἀληθείᾳ σκιρτᾶν κατὰ τὴν γραφὴν καὶ περιθέειν τὸν τῆς ἀσπίδος ὀμφαλόν: — TA