Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ποτνιάδες δ’ ἐπ’ ἀσπίδι: μανικαί. τινὲς δέ φασι Γλαῦκον τὸν τῶν Ποτνιάδων ἵππων δεσπότην πατέρα εἶναι Βελλεροφόντου, ἐξ οὗ παῖς ἐγένετο Γλαῦκος. Ποτνιάδες δὲ ἐκαλοῦντο ἐπεὶ ἐν Ποτνίαις ἔτρεφεν αὐτὰς Γλαῦκος. Πότνιαι δὲ πόλις Βοιωτίας. Γλαῦκον δὲ οὐ τὸν ἀπὸ Σισύφου, ἀλλὰ τὸν Θρᾷκα τὸν ἄγριον: — MTA

ἄλλως: τὰς τοῦ Γλαύκου φησὶν, αἳ λυσσήσασαι κατέφαγον τὸν δεσπότην Γλαῦκον τὸν ἀπὸ Σισύφου ἐν Ποτνίαις τῆς Βοιωτίας: — MTAB