Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὥστε παρῆν ὁρᾶν τὴν ἀσπίδα ὕστερον οὕτως γεγραμμένην ἀποθανόντος Ἱππομέδοντος τοῦ αὐτὴν βαστάζοντος: — MgTAg

τὸ ὡς ἀντὶ τοῦ καθώς, ἵν’ ᾖ· οὕτως καθὼς ἦν ἰδεῖν τὴν ἀσπίδα τοῦ Ἱππομέδοντος ὕστερον καὶ διαγνῶναι τὰ σημεῖα μετὰ τὸ αὐτὸν ἀποθανεῖν· ἐπεὶ πῶς ἦν δυνατὸν καλῶς διαγνῶναι ἀπὸ μήκοθεν ὡς γνωρίσαι καὶ τὰ σημεῖα, ἀλλὰ μετὰ τὸ ἀποθανεῖν αὐτόν: — Mi