Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

στικτοῖς πανόπτην: πεποικιλμένοις. ἐγγεγραμμένοις: — MTA

ἄλλως: τοῖς ἐμπεποικιλμένοις. φησὶ δὲ τὸν Ἄργον τὸν τῆς Ἰοῦς φύλακα: — MTA

οἰκεῖον δὲ ὁ Ἱππομέδων σημεῖον εἶχεν ἐγγεγραμμένον· εἰς γὰρ τεκμήριον τῆς πατρίδος σημεῖον στικτὸν ἔφερε † τῆς Ἀργείας βοὸς φύλακα: — MT

οἱ δὲ οἷον κατεστιγμένοις, ποικίλοις τῇ γραφῇ· τοὺς γὰρ ὀφθαλμοὺς καταστίκτους γράφουσι καὶ φοβερόν τι ἀποτελοῦσι τῇ καταστίξει: — TA

πεποικιλμένοις. διὰ τὸ εἶναι αὐτὸν ἄυπνον φυλάττοντα τὴν βοῦν ἐκ κελεύσεως Ἥρας: — MgA

τὸν Ἄργον λέγει. ἐνεγέγραπτο γὰρ, φησὶν, ἐν τῇ ἀσπίδι τοῦ Ἱππομέδοντος: — MgAg