Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Τευμησὸν ἐκλιπόντα: ὄρος Βοιωτίας. ἀντὶ τοῦ τὴν τῷ Τευμησῷ χώραν παρακειμένην. ἐπεὶ πῶς ὁρᾶν ἠδύνατο πλέον ἑκατὸν σταδίους τοῦ Τευμησοῦ ἀφεστηκότος τῶν Θηβῶν: — MTAB

† ἢ οὐκ ἐκλιπόντα, ἀλλ’ ἤδη καταλιπόντα: — TAB

ἄλλως: οἱ μὲν ὄρος Βοιωτίας, οἱ δὲ ὅτι ὄρος ἐν Ἄργει, ἐν ᾧ ὡπλίζοντο οἱ Ἀργεῖοι εὐτρεπιζόμενοι πρὸς πόλεμον: — MTA

οὐχ ὅτι Τευμησὸν κατέλιπεν· πολὺ γὰρ ἀφέστηκεν· ἀλλ’ ὅτι τὴν χώραν τὴν παρατείνουσαν ἀπὸ τοῦ Τευμησοῦ μέχρι Θηβῶν: — MiA

† ἄλλως: τὴν χώραν, καὶ τὸν τόπον, ἀπὸ Θηβῶν εἰς Τευμησὸν ἄγουσαν καταλιπόντα καὶ πλησιάσαντα τῷ τῆς πόλεως τείχει: — A