Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἓν εἰπὲ πρὸς θεῶν: φιλοστόργου μητρὸς ἦθος· εὔχεται γὰρ ἑκάτερον εὐτυχεῖν. ἀκούσασα γὰρ περὶ Ἐτεοκλέους καὶ περὶ Πολυνείκους ἐρωτᾷ: — MTAB

ζῇ σοι ἡ δυὰς τῶν τέκνων μέχρι ταύτης τῆς ὥρας: — MgAgBi

πυλῶν ἀπεστήσασθε πυργηρούμενοι: φυλάσσοντες τοὺς πύργους. ὑπ’ ἐκείνων πολιορκούμενοι. ὑμεῖς τειχήρεις ὄντες: — MTAB