Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τότ’ ἀσμένοις: διὰ τὸ λῦσαι τὸ αἴνιγμα. πάλιν δὲ ἄχη συνάπτει διὰ τὸν γάμον τῆς μητρὸς καὶ τὰ λοιπά: — MTABi

ὁ αὐτὸς δὲ πάλιν, φησὶ, καὶ λύπας αὐτοῖς προσετρίψατο γήμας τὴν μητέρα καὶ φύσας τοὺς περὶ Πολυνείκην ἐξ ἀνόμων γάμων, οἳ νῦν διὰ τὰς τούτου ἀρὰς εἰς ἀγῶνα καὶ πόλεμον κατέστησαν. τὸ δὲ ὕστερον γενόμενον προανεφώνησεν· οὐ γὰρ εὐθὺς ὡς ἐπεδήμησεν ἄσμενοι αὐτὸν εἶδον, ἀλλ’ ὅτε ἔλυσε τὸ αἴνιγμα. λείπει δὲ τὸ ἦλθεν: — MTA

ἀπὸ κοινοῦ τὸ συνάπτει· ⟨συνάπτει⟩ ἄχη: — MiBi