Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Δίρκης τε νᾶμα: οἱ μὲν ποταμὸν, οἱ δὲ κρήνην τὴν Δίρκην: — MTA

ἄλλως: Δίρκη κρήνη Θηβῶν πλησίον τοῦ Ἰσμηνοῦ ἀπὸ Δίρκης ὀνομασθεῖσα. οἱ γὰρ περὶ Ζῆθον καὶ Ἀμφίονα ἐκτεθέντες ὑπὸ τῆς μητρὸς Ἀντιόπης καὶ τραφέντες ἐν τοῖς βουκολίοις τῆς Δίρκης ἐβουκόλουν αὐτῇ. ὕστερον δὲ παρέδωκεν αὐτοῖς τὴν Ἀντιόπην ἐπὶ τῷ διὰ ταύρων διασπάσαι· οἱ δὲ γνόντες αὐτὴν μητέρα αὐτῶν, αὐτῆς μὲν ἐφείσαντο, τὴν δὲ Δίρκην ὑπὸ τῶν ταύρων διέσπασαν, καὶ ὁ τόπος ἔνθα ἐσύρη Δίρκη καλεῖται: — MTAB