Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ τὴν ἐν ἄστροις: παλαιά τις φέρεται δόξα ὡς Σοφοκλῆς μὲν ἐπιτιμήσειεν Εὐριπίδῃ ὅτι [μὴ] προέταξε τούτους τοὺς δύο στίχους, ὁ δὲ Εὐριπίδης ὅτι [μὴ] προέταξεν ἐν Ἠλέκτρᾳ [1] ὁ Σοφοκλῆς τὸ ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτέ — MTAB

ἄλλως: ὁ διοδεύων τοῦ οὐρανοῦ τὴν ὁδὸν τὴν παρὰ τοῖς ἄστροις, ὅ ἐστι τὴν παρὰ τοῖς οἴκοις τοῦ ζῳδιακοῦ κύκλου. ὅτι γὰρ ἄστρα τοὺς οἴκους φησὶ τοῦ ζῳδιακοῦ κύκλου, Ἄρατός φησιν [542]· αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα, ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν: — MTAB

ἄλλως: ἔθος ἔχουσιν οἱ τραγικοὶ παράγειν τοὺς ἥρωας θεοῖς τὰς συμφορὰς ἀπολοφυρομένους. καὶ ἐν Μηδείᾳ [57]· ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ — MTAB

ἄλλως: ἐπειδὴ κυκλοτερὴς ὁ οὐρανός. ἢ ἐπειδὴ ἑλικοειδής ἐστιν ὁ ζῳδιακὸς καθ’ ὃν φέρεται ὁ ἥλιος: — MTA

† ἄστρον καὶ ἀστὴρ διαφέρει· ἀστὴρ μὲν ὁ εἶς, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων ἀστροθέτημα καὶ συμφόρημα, οἷα καὶ τὰ ν⟨ῦν λεγόμενα⟩ ἄστρα τὰ ̄ι ̄β ζῴδια: — Ai