Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ χρυσόμαλλον ἀρνός: Ἑρμοῦ φησι τὰ ποίμνια καθότι ἀποδέδοται τούτῳ ἡ ἐπιμέλεια αὐτῶν. Ἑρμοῦ δὲ καὶ μιᾶς τῶν Δαναοῦ θυγατέρων Φαεθούσης ἐγένετο Μυρτίλος. οἱ δὲ ἐκ Κλυμένης φασὶν αὐτὸν καὶ Διὸς γεγενῆσθαι: — MTAB

ἄλλως: ὁπότε τὸν ἀρνειὸν ὑπέβαλε τοῦτον Ἑρμῆς ὀργιζόμενος Ἀτρεῖ, ἐπειδὴ ὁ πρόγονος αὐτοῦ Πέλοψ τὸν Μυρτίλον αὐτοῦ υἱὸν εἰς τὸ ἐξ αὐτοῦ Μυρτῷον κληθὲν πέλαγος ἔρριψε συναγωνισάμενον αὐτῷ καὶ ποιήσαντα ἀπὸ κηροῦ τοὺς τροχοὺς, ἤτοι τοὺς σφῆνας τῶν τροχῶν. ὁ δὲ Ἀτρεὺς βουλόμενος δεῖξαι ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, ἔφη δεῖξαι ὅτι χρυσόμαλλος ἀρνειὸς αὐτῷ ἐτέχθη. τούτου δὲ ὑπονοθεύσας τὴν γυναῖκα Θυέστης ἔκλεψε τὸν ἀρνειόν. μὴ δυνηθεὶς οὗν κατὰ τὴν ὑπόσχεσιν δεῖξαι ὁ Ἀτρεὺς ἔμελλεν ἀφαιρεῖσθαι τὴν βασιλείαν ἐκείνου τὸ ὑπ’ αὐτοῦ ὑποσχεθὲν δεικνύντος, εἰ μὴ ὡς ἂν φιλόσοφος ἀπέδειξεν αὐττοὺς ἀσεβοῦντας εἰ Θυέστην βασιλέα ἕλωνται, τεκμήριον δὲ τῆς ἀσεβείας τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνίσχοντας. καὶ οὕτως ἐβασίλευσε καὶ τὸν ἀδελφὸν σφόδρα ἐτιμωρήσατο. τινὲς δέ φασι τὸν Δία πρὸς χάριν Ἀτρέως ποιῆσαι τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνατεῖλαι μεταστρέψαντα τὴν τάξιν ἐν μιᾷ ἡμέρᾳ: — MTAB

† ἄλλως: τὸ χρυσόμαλλον ἀρνός: καὶ τοῦτο προεξεθέμεθα οὕτως. φιλονεικίας γὰρ οὔσης αὐτοῖς περὶ τῆς βασιλείας παρελθὼν ὁ

Ἀτρεὺς ἐπηγγέλλετο δεῖξαι πρὸς τὸ βεβαιωθῆναι αὐτῷ τὴν βασιλείαν χρυσόμαλλον ἐν τοῖς ποιμνίοις αὐτοῦ ἄρνα· ἣν ὁ Θυέστης λάθρα παρὰ τῆς Ἀερόπης αἰτήσας ἔλαβεν. ὅθεν Ἀτρεὺς ὡς ἀπατήσας τοὺς Ἕλληνας ἐξεβλήθη τῆς ἀρχῆς, Θυέστης δὲ ἐκράτησεν. ἀλλ’ ὕστερον πάλιν ὁ Ἀτρεὺς φιλονεικίᾳ τῆ πρὸς τοῦτον προελθὼν ἐπηγγέλλετο δεῖξαι τὸν μὲν ἥλιον ἐκ δυσμῶν εἰς ἀνατολὰς τὴν πορείαν ποιούμενον καὶ τὴν Πλειάδα ὁμοίως εἰς ἀνατολὴν ὁρῶσαν. τοῦτο οὖν νῦν λέγει ὅτι μετὰ τὸ φανῆναι τὴν ἄρνα ἡ ἔρις τοῦ Ἀτρέως πεποίηκεν ἐπιδειχθῆναι τοῖς Ἕλλησι τὸν ἥλιον τὴν ἐναντίαν ἢ ὡς ὑπείληπται πορευόμενον καὶ τὴν Πλειάδα μηκέτι πρὸς δύσιν, ἀλλὰ πρὸς ἀνατολὰς ⟨ὁρῶσαν⟩. πιθανῶς δὲ ὁ Εὐριπίδης τὸν μῦθον προσήρμοσεν· ὁ γὰρ φυσικὸς λόγος τὸν ἥλιον ἀποδείκνυσι τὴν ἐναντίαν ἰόντα πορείαν τῷ οὐρανῷ. φασὶ γὰρ ὅτι πρότερον μὲν ἐκ καρκίνου εἰς διδύμους ἐποιεῖτο τὴν πορείαν, ὥστε τὸν σωματοειδῆ Ἥλιον ἀπεστροφέναι πρὸς τὴν δύσιν τὸ πρόσωπον, νῦν δὲ διὰ τὴν Ἀτρέως καὶ Θυέστου ἀδικίαν ἀποστραφέντα πρὸς ἀνατολὴν φέρεσθαι ἔχοντα φαινόμενον ἡμῖν τὸν νῶτον. διόπερ τὴν μὲν δύσιν αὐτῷ γενέσθαι ἀνατολὴν, τὴν δὲ ἀνατολὴν δύσιν. πιθανῶς δὲ τὸ κατὰ τὰς Πλειάδας εἴληπται. τὰ μὲν γὰρ ἄλλα ζῴδια πρώτην φαίνει τὴν κεφαλὴν κατὰ ἀνατολὰς, ὁ δὲ ταῦρος τὸ στῆθος προφαίνει, καθ’ ὅ εἰσιν αἱ Πλειάδες, ὥστε ἀνεστραμμένην καὶ τούτοις τὴν ἀνατολὴν γίνεθαι. ἔρις δὲ ἀντὶ τοῦ διὰ τὴν ἔριν Ἀτρέως τὴν πρὸς τὸν Θυέστην: — TAB