Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ χρυσόμαλλον ἀρνός: Ἑρμοῦ φησι τὰ ποίμνια καθότι ἀποδέδοται τούτῳ ἡ ἐπιμέλεια αὐτῶν. Ἑρμοῦ δὲ καὶ μιᾶς τῶν Δαναοῦ θυγατέρων Φαεθούσης ἐγένετο Μυρτίλος. οἱ δὲ ἐκ Κλυμένης φασὶν αὐτὸν καὶ Διὸς γεγενῆσθαι: — MTAB

ἄλλως: ὁπότε τὸν ἀρνειὸν ὑπέβαλε τοῦτον Ἑρμῆς ὀργιζόμενος Ἀτρεῖ, ἐπειδὴ ὁ πρόγονος αὐτοῦ Πέλοψ τὸν Μυρτίλον αὐτοῦ υἱὸν εἰς τὸ ἐξ αὐτοῦ Μυρτῷον κληθὲν πέλαγος ἔρριψε συναγωνισάμενον αὐτῷ καὶ ποιήσαντα ἀπὸ κηροῦ τοὺς τροχοὺς, ἤτοι τοὺς σφῆνας τῶν τροχῶν. ὁ δὲ Ἀτρεὺς βουλόμενος δεῖξαι ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, ἔφη δεῖξαι ὅτι χρυσόμαλλος ἀρνειὸς αὐτῷ ἐτέχθη. τούτου δὲ ὑπονοθεύσας τὴν γυναῖκα Θυέστης ἔκλεψε τὸν ἀρνειόν. μὴ δυνηθεὶς οὗν κατὰ τὴν ὑπόσχεσιν δεῖξαι ὁ Ἀτρεὺς ἔμελλεν ἀφαιρεῖσθαι τὴν βασιλείαν ἐκείνου τὸ ὑπ’ αὐτοῦ ὑποσχεθὲν δεικνύντος, εἰ μὴ ὡς ἂν φιλόσοφος ἀπέδειξεν αὐττοὺς ἀσεβοῦντας εἰ Θυέστην βασιλέα ἕλωνται, τεκμήριον δὲ τῆς ἀσεβείας τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνίσχοντας. καὶ οὕτως ἐβασίλευσε καὶ τὸν ἀδελφὸν σφόδρα ἐτιμωρήσατο. τινὲς δέ φασι τὸν Δία πρὸς χάριν Ἀτρέως ποιῆσαι τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνατεῖλαι μεταστρέψαντα τὴν τάξιν ἐν μιᾷ ἡμέρᾳ: — MTAB