Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἳ κατεῖδον ἄτας: οἵτινες. φησὶν, οἱ ἐμοὶ προπάτορες· λέγει δὲ Ἀτρέα καὶ Θυέστην καὶ Ἀγαμέμνονα· αὐτόπται καὶ θεαταὶ γεγόνασι πολλῶν κακῶν, ἐξ οὗ ὁ Πέλοψ κατὰ τὸ αὑτοῦ πτηνὸν καὶ ταχύτατον ἅρμα ἔχων τὸν Μυρτίλον ἐξεδίφρευσε, τουτέστιν ἀπὸ τοῦ δίφρου ἔρριψεν εἰς τὴν θάλασσαν. τὴν δὲ ἱστορίαν ταύτην ἤδη προεθέμεθα ὅτι Πέλοψ ὁ Ταντάλου τὸν Οἰνόμαον νικήσας συνεργήσαντος τοῦ Μυρτίλου καὶ τὴν παρὰ θάλασσαν ἐλαύνων ἀπωθήσατο αὐτὸν κατ’ ἐκεῖνον τὸν τόπον τῆς θαλάσσης, ἔνθα Γεραιστός ἐστιν, ἀκρωτήριον τῆς Εὐβοίας. ὅθεν τὸ πέλαγος ἐκεῖνο ἐπώνυμον: — MTAB