Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μόλοιμι τὰν οὐρανοῦ: τὸ ἑξῆς· μόλοιμι πρὸς τὴν πέτραν καὶ τὴν βῶλον τὴν τεταμένην ἐξ Ὀλύμπου χθονὸς μέσον καὶ οὐρανοῦ ἁλύσεσι χρυσαῖς καὶ φερομένην δίναισι καὶ αἰωρήμασιν. ὁ δὲ λόγος· εἴθε παραγενοίμην εἰς τὴν μεταξὺ γῆς καὶ οὐρανοῦ τεταμένην πέτραν, ἥτις αἰωρεῖται καὶ φέρεται μυρίαις στροφαῖς στρεφομένη καὶ προσηρτημένη χρυσαῖς ἁλύσεσιν ἄνωθεν ἐξ οὐρανοῦ, ἵνα πρὸς τὸν Τάνταλον ἐλθοῦσα ἀποδύρωμαι τὰ συμβάντα. Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον· οὕτως γὰρ δοξάζει. μύδρον δὲ καλοῦσι τὸν πεπυρακτωμένον σίδηρον. πέτραν δὲ καὶ βῶλον κατὰ τοῦ αὐτοῦ εἴρηκεν: — MTAB

ἄλλως: ἡ μὲν ἱστορία λέγει τὸν Τάνταλον ἀνατεταμέναις χερσὶ φέρειν τὸν οὐρανόν· νῦν δὲ ὁ Εὐριπίδης ἰδίως τὸν ἥλιον ἐπηρτῆσθαι λέγει αὐτῷ διάπυρον ὄντα μύδρον, ὑφ’ οὗ καὶ δειματοῦσθαι αὐτὸν ἀεί. Ἀναξαγόρᾳ δὲ πειθόμενος μύδρον αὐτὸν εἶναι λέγει. τινὲς δὲ κυρίως

ἀκούουσι βῶλον χρυσῆν ἐπῃωρῆσθαι τῇ κεφαλῇ τοῦ Ταντάλου. ὑφίσταται δὲ ὁ Εὐριπίδης ἐν τούτοις τὴν Ἠλέκτραν εὐχομένην ὅπως τῷ Ταντάλῳ ἀποδύρηται τὰ συμβάντα τοῖς προγόνοις αὐτῆς. ὅμοιον τοῦτο τῷ ἐν Πειρίθῳ [frg. 596] σὲ τὸν αὐτοφυῆ τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα· οὐδὲν γὰρ διαφέρει ὑπὸ τῆς φύσεως εἰπεῖν πάντα διαπεπλέχθαι καὶ ὑπὸ ἁλύσεως ἐξηρτῆσθαι τοῦ λίθου: — MTAB

πέτραν ἁλύσεσι: διὰ τούτων καὶ παραδηλοῦται ὅτι ὁ Τάνταλος αὐτόθι εἴη μεταξὺ γῆς καὶ οὐρανοῦ αἴσθησιν ἔχων πάντων τῶν πεπραγμένων.; εἰ δ’ ἄρα τινὲς διαποροῦσι πῶς ἐξ ἁλύσεως παρηρτημένος περίεισιν ὁ ἥλιος. γινωσκέτωσαν ὅτι τὰ φυσικὰ τοῖς μυθικοῖς καταμίγνυσιν ὁ Εὐριπίδης: — MTAB

† εἴθε πορευθείην εἰς τὴν ἐξ οὐρανοῦ κατὰ τὸ μέσον τῆς γῆς, ἤτοι κατὰ κάθετον, τεταμένην καὶ κρεμαμένην ἐν αἰωρήμασι πέτραν, ⟨τουτ⟩έστιν εἰς τὴν ἐξ Ὀλύμπου φερομένην μετὰ στροφῆς ἐν χρυσείαις ἁλύσεσι βῶλον, ἵνα παρὰ τῷ Ταντάλῳ τῷ γέροντι προγόνῳ θρήνους ποι⟨ήσω⟩, ὃς τοὺς ἐμοὺς ἐγέννησε γεννήτορας, οἵτινες δυσχερείας καὶ βλάβας πολλὰς ἐθεάσαντο. καὶ λέγει τίνες αἱ βλάβαι ἃς εἶδον οἱ ταύτης ⟨πρόγ⟩ονοι. ὁ Πέλοψ, φησὶν, ἐθεάσατο τὸ ἅρμα τοῦ Οἰνομάου τὸ πτερωτὸν καὶ ταχύτατον. οὗτος γὰρ συνέτρεχε τοῖς ἑαυτοῦ γα⟨μβρ⟩οῖς ⟨γενη⟩σομένοις ἐπὶ τῇ Ἱπποδαμείᾳ καὶ νικῶν αὐτοὺς ἐφόνευεν. εἶδεν οὖν, φησὶν, ὁ Πέλοψ τὸν ταχύτατον δρόμον τῶν ἵππων τοῦ Οἰνομάου τὸν ⟨διὰ⟩ τετραΐππου στόλου καὶ πορείας γινόμενον, ὁπότε νικήσας τὸν Οἰνόμαον καὶ λαβὼν τὴν Ἱπποδάμειαν καὶ τὸν Μυρτίλον ἐπὶ τοῦ ἅρματος ὡς ἡνίοχον ποιησάμενος, ἐπεὶ ἐζηλοτύπωσεν αὐτῷ δι’ Ἱπποδαμείας, διεδίφρευσεν, ἤτοι διὰ τοῦ δίφρου ἐποίησεν αὐτοῦ τὸν φόνον, βαλὼν καὶ ῥίψας αὐτὸν εἰς τὸ κῦμα τῆς θαλάττης, ἁρματεύσας, ἤτοι ἐκ τοῦ ἅρματος ῥίψας αὐτὸν, ἐν ταῖς τῶν ποντίων σάλων ᾐόσι ταῖς Γεραιστίαις, ἔνθα ἡ Γεραιστὸς τὸ τῆς Εὐβοίας ἀκρωτήριον, ταῖς λευκοκύμοσι διὰ τοὺς ἀποτελουμένους αὐταῖς ἐκ κυμάτων ἀφρούς: — A

† εἰς τὸν Ἠριδανὸν ποταμὸν κρέμαται ὁ Τάνταλος: — A1

εἴθε παραγενοίμην: — MgBi