Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἰαχείτω δὲ γᾶ Κυκλωπία: Κύκλωπες Θρᾳκικὸν ἔθνος ἀπὸ Κύκλωπος βασιλέως οὕτως ὀνομαζόμενοι. οὗτοι πολέμῳ ἐξαναστάντες τῆς ἰδίας ἄλλῃ ἄλλος ᾠκίσθησαν, οἱ πλείονες δὲ αὐτῶν ἐν τῇ Κουρήτιδι.

ἦσαν δὲ ἄριστοι τεχνῖται. Ἄβαντος δὲ τοῦ βασιλέως τῶν Ἀργείων υἱοὶ ἦσαν ἐξ Ἀγλαΐας Προῖτος καὶ Ἀκρίσιος. οὗτοι μετὰ θάνατον τοῦ πατρὸς ἐστασίασαν περὶ τῆς τυραννίδος. φασὶ δὲ ὅτι ἐν τῷ πολέμῳ τούτῳ πρῶτον ξυλίναις ἀσπίσιν ἐχρήσαντο Ἀργεῖοι καὶ νικήσαντος Ἀκρισίου συνέβησαν ὥστε πλωτῆς γενομένης τῆς θαλάσσης ἀπαλλάσσεσθαι τὸν Προῖτον. χειμάζοντι δὲ αὐτῷ ἐκεῖσε φίλοι γίνονται Ἀργεῖοι, καὶ συμμαχία αὐτῷ ἐκ Λυκίας ἔρχεται καὶ τῆς Κουρήτιδος. ὡς δὲ λοιπὸν ἔαρ ἐφαίνετο, δεδιότες Ἀργεῖοι τὴν ἐπείσακτον συμμαχίαν τοῦ Προίτου συντίθενται ὥστε Ἀκρίσιον μὲν ἄρχειν Ἄργους, Προῖτον δὲ Τίρυνθος. κἀπειδὴ ὕποπτα ἦν τὰ τῶν βασιλέων, τειχίζουσι τὰς πόλεις τῶν ἐκ τῆς Κουρήτιδος Κυκλώπων τειχισάντων αὐτάς: — MTAB

γῆ Κυκλώπων. λέγει δὲ τὰς Μυκήνας. πλησίον δὲ αὗται τοῦ Ἄργους. Κύκλωπες δὲ οἱ ἐγχειρογάστορες περιετείχισαν τὰς Μυκήνας, οὓς ἡ ἱστορία φησὶ τὸν κεραυνὸν τῷ Διΐ κατασκευάσαι: — MTAB

τὸ ἑξῆς· θρηνείτω τὰ πήματα τῶν Ἀτρειδῶν οἴκων: — MiTBi

ἰαχείτω δὲ γᾶ Κυκλωπία: συνθρηνείτωσαν οὖν ἡμῖν αἱ κατὰ τὰς Μυκήνας γυναῖκες ἐπὶ τῷ πένθει τούτῳ τὰς τρίχας ἀποκείρασαι. ἢ αὐτὴ ἡ ἔφορος θεὸς τῆς πόλεως: — MTA

† Κυκλωπία: ἡ τῶν Μυκηναίων γῆ, ἣν Κυκλωπίαν ὠνόμασαν ὡς ὑπὸ τῶν Κυκλώπων τειχισθεῖσαν, ὅτε Προῖτος καὶ Ἀκρίσιος οἱ τοῦ Ἄβαντος υἱοὶ περὶ τῆς βασιλείας ἤριζον: — A