Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τοὺς ἄνδρας ἀφῄρει: — MiBi

ἣ κεῖν’ ἀφῄρει: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα, τὸ ὅσον ἐφ’ ᾧ δέδρακε φόνῳ κατὰ τοῦ ἀνδρὸς, ἀνῄρει καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ

ζηλωτὰ, λέγω δὲ τὸ ὁπλίζεσθαι καὶ ἐπ’ ἀλλοδαπῆς ἰέναι. νῦν δὲ ἀνῃρημένης αὐτῆς πεφρίκασιν αἱ γυναῖκες τὰς κατὰ τῶν ἀνδρῶν ἐπιβουλάς· τότε δὲ οὐκ ἂν ἐτόλμησε τῶν ἀνδρῶν οὐδεὶς ἔξω τῶν οἴκων ἐπὶ πόλεμον ὁρμᾶν ὑφορώμενος τοὺς εἰωθότας νοθεύειν: — MTAB

ἄλλως: ἣ, φησὶν, ἡ Κλυταιμνήστρα, ὅσον ἧκεν ἐφ’ ἑαυτῇ, καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσε, φημὶ δὴ τὸ ὁπλίζεσθαι ⟨καὶ ἰέναι⟩ κατὰ ἀλλοδαπῆς, διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι: — MTA

λελειμμένοι: οἱ ἐν τῇ πόλει καταλειφθέντες, οἱ μὴ ἐξελθόντες εἰς πόλεμον: —MTAgBi

τὰς γυναῖκας τὰς οἰκουρούσας: — MTBi

τὰς τῶν οἴκων διοικητρίας γυναῖκας: — TAg