Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄλλως: ἔνιοι οὕτως· ἡ τιμωρία ἡ ὀφείλουσα ὑπὸ τοῦ Ὀρέστου ὑπὲρ τοῦ πατρὸς ἀπαιτηθῆναι σφοδρότερον ἀπῃτήθη. οὐ καλὸν, φησὶ, τὸ σῶμα τῶν γονέων, λέγει δὲ τὴν Κλυταιμνήστραν, ἀπηνεῖ χειρὶ τέμνειν τὸν Ὀρέστην: — MTA

ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ τὸ ξίφος

ᾑματωμένον δεῖξαι ταῖς τοῦ ἡλίου αὐγαῖς. εἰώθασι γὰρ οἱ ἀνελόντες τινὰ δικαίως, ὡς οἴονται, τῷ ἡλίῳ τὸ ξίφος δεικνύναι σύμβολον τοῦ δικαίως πεφονευκέναι: — MTAB