Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἀπολειφθεῖσα δ’ αἰάζω τύχας: ἄδηλον τίνος ἀπολειφθεῖσα
θρηνεῖ, τοῦ [μὴ] ἰδεῖν τὴν Κλυταιμνήστραν ἢ τοῦ γνῶναι τῆς πορνείας τὴν αἰτίαν: — MTABi† ἢ τοῦ καταλαβεῖν ζῶσαν τὴν Κλυταιμνήστραν ἀπολειφθεῖσα ⟨ἢ⟩ τοῦ γνῶναι τὸν τρόπον τῆς ἐμῆς φυγῆς: — A
Ἑλένη, τί σοι λέγοιμ’ ἄν: πρὸς πάσας τὰς ὕβρεις ἀντέθηκε τὸ Ἑλένη, ὅθεν καὶ χιάζεται ὁ στίχος· σεσημείωται γὰρ τὸ ὄνομα τῆς Ἑλένης. αἰνίττεται δὲ ὅτι πονηρῶς κερτομεῖ περὶ τούτων πυνθανομένη ὧν παροῦσα ὁρᾷ: — MTAB