Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἕρπε νῦν οἴαξ ποδός μοι: οἴαξ καλεῖται τὸ πηδάλιον. σὺ χειραγώγει με, φησὶ, καὶ ὥσπερ πηδάλιον διίθυνέ μου τὸν πόδα: — MTB

† οἴαξ ποδός μοι: οἴαξ τὸ ἐν τῷ αὐχενίῳ ἐμβεβλημένον ξύλον, ὃ κατέχων ὁ κυβερνήτης τὸ αὐχένιον περιάγει καὶ στρέφει καὶ δι’ ἐκείνου τὴν ναῦν: — A

φίλα γ’ ἔχων κηδεύματα: ἕρπω, φησὶν, ἔχων σε τὸν προσφιλέστατόν μου συγγενῆ. νῦν γὰρ τὸ κῆδος ἀντὶ τῆς συγγενείας κεῖται, κυρίως δὲ ἡ ἐπιγαμβρία: — MTB