Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι: ἀλλὰ καὶ τὸ πρᾶγμά μου, φησὶ, δικαίως ἔρρωταί μοι. πατροκτόνον γὰρ ἀνεῖλον, ὅθεν καὶ ἐλεηθήσεσθαι προσδοκῶ: — MTAB

ἄλλως: ἢ τοῦτο ἀκόλουθόν ἐστι τῷ ἀλλὰ δῆτ’ ἔλθω: — MTAB

καὶ τὸ πρᾶγμά γ’ ἔνδικόν μοι: ἔπραξα γὰρ τὸν φόνον τὸν μητρῷον διὰ τὸν θάνατον ἀσχάλλων τὸν πατρῷον. ἔξωθεν δὲ προσυπακουστέον τὸ προσεδόκων ἐλέους τεύξεσθαι [διὰ τὸν θάνατον]: — MTAB

τὸ δοκεῖν εὔχου: εὔχου, φησὶ, πάντας οὕτως δοξάζειν ὅτι δίκαιόν ἐστι τὸ πρᾶγμα· ἐπεὶ πολλοῖς ἐδόκει ἄδικον εἶναι. καὶ Σιμωνίδης [frg. 76] τὸ δοκεῖν καὶ τὴν ἀλήθειαν βιάζεται: — MTAB